Author Topic: Учим древнегреческий: Урок 6  (Read 2508 times)

Offline Euskaldun

  • Администратор
  • Трижды герой
  • *****
  • Posts: 28980
  • Карма: +3989/-330
    • View Profile
Учим древнегреческий: Урок 6
« on: 13 September 2022, 01:05:05 »
  • 0
  • 0
Текст 6α. Ο ΜΥΘΟΣ

«ὁ Μίνως οἰκεῖ ἐν τῇ Κρήτῃ· βασιλεὺς δέ ἐστι τῆς νήσου. καὶ ἐν τῇ τοῦ Μίνω οἰκίᾳ ἔστὶν ὁ λαβύρινθος· ἐκεῖ δ' οἰκεῖ ὁ Μινώταυρος, θηρίον τι δεινόν, τὸ μὲν ἥμισυ ἄνθρωπος, το δ' ἥμισυ ταῦρος. ὁ δὲ Μινώταυρος ἐσθίει ἀνθρώπους. ὁ οὖν Μίνως ἀναγκάζει τοὺς Ἀθηναίους ἑπτά τε νεανίας πέμπειν καὶ ἑπτὰ παρθένους κατ' ἔτος πρὸς τὴν Κρήτην καὶ παρέχει αὐτοὺς τῷ Μινωταύρῳ ἐσθίειν.

ἐν δὲ ταῖς Ἀθήναις βασιλεύει ὁ Αἰγεύς· ἔστι δὲ αὐτῷ παῖς τις ὀνόματι Θησεύς. ὁ δὲ ἐπεὶ ἡβᾷ, τοὺς ἑταίρους οἰκτίρει καὶ βούλεται βοηθεῖν αὐτοῖς. προσχωρεῖ οὖν τῷ πατρὶ καί, ‘ὦ πάππα φίλε,’ φησίν, ‘τοὺς ἑταίρους οἰκτίρω καὶ βούλομαι σῴζειν. πέμπε με οὖν μετὰ τῶν ἑταίρων πρὸς τὴν κρήτην.’ ὁ δ’ Αἰγεὺς μάλιστα φοβεῖται ἀλλ’ ὅμως πείθεται αὐτῷ.

ὁ οὖν Θησεὺς εἰς ναῦν εἰσβαίνει μετὰ τῶν ἑταίρων καὶ πλεῖ πρὸς τὴν Κρήτην. ἐπεὶ δὲ εἰς τὴν νῆσον ἀφικνοῦνται, ὃ τε βασιλεὺς αὐτὸς καὶ ἡ βασίλεια καὶ ἡ θυγάτηρ αὐτῶν, ὀνόματι Ἀριάδνη, δέχονται αὐτοὺς καὶ ἄγουσι πρὸς τὴν Κνωσόν (οὕτω γὰρ τὴν τοῦ Μίνω πόλιν ὀνομάζουσιν) καὶ φυλάττουσιν ἐν τῷ δεσμωτηρίῳ.

ἡ δὲ Ἀριάδνη, ἐπεὶ πρῶτον ὁρᾷ τὸν Θησέα, ἐρᾷ αὐτοῦ καὶ βούλεται σῴζειν. ἐπεὶ οὖν νὺξ γίγνεται, σπεύδει πρὸς τὸ δεσμωτήριον καὶ τὸν Θησέα καλεῖ καί, ‘σίγα, ὦ Θησεῦ,’ φησίν, ‘ἐγώ, Ἀριάδνη, πάρειμι. ἐρῶ σοῦ καὶ βούλομαι σῴζειν. ἰδού, παρέχω γάρ σοι τοῦτο τὸ ξίφος  καὶ τοῦτο τὸ λίνον. μὴ οὖν φοβοῦ ἀλλ’ ἀνδρείως εἴσβαινε εἰς τὸν λαβύρινθον καὶ απόκτεινε τὸν Μινώταυρον. εἴπειτα δὲ ἔκφευγε μετὰ τῶν ἑταίρων καὶ σπεῦδε πρὸς τὴν ναῦν. ἐγὼ γὰρ ἐν νῷ ἔχω πρὶς τῇ νηῒ μένειν· βούλομαι γὰρ ἀπὸ τῆς Κρήτης ἀποφεύγειν καὶ μετὰ σοῦ πρὸς τὰς Ἀθήνας πλεῖν.’ οὕτω λέγει καὶ ταχέως ἀπέρχεται πρὸς τὴν πόλιν.

« Last Edit: 13 September 2022, 18:48:15 by Euskaldun »