17776
Древне- и новогреческий / Re: Учим древнегреческий: Урок 3
« on: 22 July 2022, 02:12:55 »Текст 3β. Ο ΑΡΟΤΟΣ
ἐν δὲ τούτῳ προσχωρεῖ ὁ Φίλιππος· ὁ Φίλιππός ἐστιν ὁ τοῦ Δικαιοπόλιδος υἱός, παῖς μέγας τε καὶ ἀνδρεῖος· φέρει δὲ τὸ δεῖπνον πρὸς τὸν πατέρα. ἐπεὶ δὲ εἰς τὸν ἀγρὸν εἰσβαίνει, τὸν πατέρα καλεῖ καὶ λέγει· «ἐλθὲ δεῦρο, ὦ πάτερ· ἰδού, τὸ δεῖπνον φέρω. μηκέτι οὖν πόνει ἀλλὰ κάθιζε καὶ δείπνει.»
ὁ οὖν πατὴρ λείπει τὸ ἄροτρον καὶ καλεῖ τὸν δοῦλον. καθίζουσιν οὖν ἅμα καὶ δειπνοῦσιν. μετὰ δὲ τὸ δεῖπνον ὁ αὐτουργός, «μένε, ὦ παῖ,» φησίν, «καὶ συλλάμβανε. φέρε τὸ σπέρμα καὶ σπεῖρε. σὺ δὲ, ὦ Ξανθία, σκάπτε τοὺς λίθους καὶ ἔκφερε ἐκ τοῦ ἀρότου. πολλοὶ γάρ εἰσιν οἱ λίθοι καὶ μόλις δυνατόν ἐστιν ἀροῦν.» ὁ δὲ Ξανθίας, « ἀλλ’ οὐ δυνατόν ἐστιν τοσούτους λίθους ἐκφέρειν.» ὁ δὲ Δικαιόπολις, «μὴ φλυάρει, ὦ μαστιγίᾱ, ἀλλὰ πόνει.» πονοῦσιν οὖν ὅ τε πατὴρ καὶ ὁ παῖς καὶ ὁ δοῦλος. τέλος δὲ καταδύνει μὲν ὁ ἥλιος, οἱ δὲ ἄνθρωποι οὐκέτι πονοῦσιν ἀλλὰ λύουσι μὲν τοὺς βοῦς, τὸ δὲ ἄροτρον λείπουσιν ἐν τῷ ἀγρῷ καὶ πρὸς τὸν οἶκον βραδέως βαδίζουσιν.